Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.64 Dem. 24.66 (English) >>Dem. 24.69

24.65καίτοι τίνος ἂν ὑμῖν ἀποσχέσθαι δοκεῖ λήμματος τί ποιεῖν ἂν ὀκνῆσαι κέρδους εἵνεκα, ὅστις ἐναντίʼ αὐτὸς αὑτῷ νομοθετεῖν ἠξίωσεν, οὐδὲ τοῖς ἄλλοις τῶν νόμων ἐώντων; ἐμοὶ μὲν γὰρ εἵνεκʼ ἀναιδείας τοιοῦτος δοκεῖ πᾶν ἂν ἑτοίμως ἔργον ποιῆσαι. ὥσπερ τοίνυν, ἄνδρες Ἀθηναῖοι, τῶν περὶ τἄλλα κακούργων τοὺς ὁμολογοῦντας ἄνευ κρίσεως κολάζειν οἱ νόμοι κελεύουσιν, οὕτω δίκαιον καὶ τούτου, ἐπειδὴ τοὺς νόμους κακουργῶν εἴληπται, μὴ δόντας λόγον μηδʼ ἐθελήσαντας ἀκοῦσαι καταψηφίσασθαι· ὡμολόγηκε γὰρ θατέρῳ τῷ προτέρῳ νόμῳ τόνδε τιθεὶς ἀδικεῖν.

24.66ὅτι μὲν τοίνυν καὶ παρὰ τούτους τοὺς νόμους καὶ παρὰ τοὺς προειρημένους, καὶ μικροῦ δέω παρὰ πάντας εἰπεῖν τοὺς ὄντας ἐν τῇ πόλει, τέθηκε τὸν νόμον, οἶμαι δῆλον ἅπασιν ὑμῖν εἶναι. θαυμάζω δʼ αὐτοῦ τί ποτε καὶ τολμήσει λέγειν περὶ τούτων. οὔτε γὰρ ὡς οὐκ ἐναντίος ἔσθʼ νόμος τοῖς ἄλλοις δεικνύειν ἕξει, οὔθʼ ὡς διʼ ἀπειρίαν ἰδιώτην αὐτὸν ὄντα τοῦτʼ ἔλαθεν δύναιτʼ ἂν πεῖσαι· πάλαι γὰρ μισθοῦ καὶ γράφων καὶ νόμους εἰσφέρων ὦπται. 24.67καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔνεστιν αὐτῷ, ἀδίκημα μὲν εἶναι τὸ πρᾶγμʼ ὁμολογῆσαι, συγγνώμης δὲ τυχεῖν ἀξιοῦν· οὐ γὰρ ἄκων οὐδʼ ὑπὲρ ἠτυχηκότων οὐδʼ ὑπὲρ συγγενῶν καὶ ἀναγκαίων αὐτῷ τεθηκὼς φαίνεται τὸν νόμον, ἀλλʼ ἑκὼν ὑπὲρ μεγάλʼ ἠδικηκότων ὑμᾶς, οὐδὲν προσηκόντων αὐτῷ, πλὴν εἰ συγγενεῖς ὑπολαμβάνειν φησὶν τοὺς μισθουμένους αὐτόν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.64 Dem. 24.66 (English) >>Dem. 24.69

Powered by PhiloLogic